Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.187 Joseph. AJ 7.192 (English) >>Joseph. AJ 7.197

7.190διέτριψε μέντοι γε ἐν Ἱεροσολύμοις ἔτη δύο τριῶν μὲν ἀρρένων πατὴρ γενόμενος μιᾶς δὲ θυγατρὸς τὴν μορφὴν ἀρίστης, ἣν Σολόμωνος υἱὸς Ῥοβόαμος ὕστερον λαμβάνει, καὶ γίνεται παιδίον ἐξ αὐτῆς Ἀβίας ὄνομα. 7.191πέμψας δʼ αὐτὸς Ἀψάλωμος πρὸς Ἰώαβον ἐδεῖτʼ αὐτοῦ τελέως καταπραῧναι τὸν πατέρα καὶ δεηθῆναι, ὅπως αὐτῷ συγχωρήσῃ πρὸς αὐτὸν ἐλθόντι θεάσασθαί τε καὶ προσειπεῖν. καταμελήσαντος δὲ Ἰωάβου τῶν ἰδίων τινὰς ἀποστείλας τὴν ὁμοροῦσαν αὐτῷ χώραν ἐπυρπόλησεν. δὲ τὸ πραχθὲν μαθὼν ἧκε πρὸς τὸν Ἀψάλωμον ἐγκαλῶν τε αὐτῷ καὶ τὴν αἰτίαν πυνθανόμενος. 7.192 δέστρατήγημα τοῦτʼ, εἶπεν, εὗρον ἀγαγεῖν σε πρὸς ἡμᾶς δυνάμενον ἀμελοῦντα τῶν ἐντολῶν, ἃς ἵνα μοι τὸν πατέρα διαλλάξῃς ἐποιούμην. καὶ δὴ δέομαί σου παρόντος ἡμερῶσαί μοι τὸν γεγεννηκότα· ὡς ἔγωγε δεινοτέραν τῆς φυγῆς κρίνω τὴν κάθοδον ἔτι τοῦ πατρὸς ἐν ὀργῇ 7.193μένοντος.” πεισθεὶς δʼ Ἰώαβος καὶ τὴν ἀνάγκην αὐτοῦ κατοικτείρας ἐμεσίτευσε πρὸς τὸν βασιλέα καὶ διαλεχθεὶς περὶ τοῦ παιδὸς οὕτως αὐτὸν ἡδέως διατίθησιν, ὡς εὐθέως καλέσαι πρὸς αὑτόν. τοῦ δὲ ῥίψαντος αὑτὸν ἐπὶ τοὔδαφος καὶ συγγνώμην αἰτουμένου τῶν ἡμαρτημένων ἀνίστησί τε καὶ τῶν γεγονότων ἀμνηστίαν ἐπαγγέλλεται. 7.194

δὲ Ἀψάλωμος τοιούτων αὐτῷ τῶν παρὰ τοῦ πατρὸς ἀποβάντων πολλοὺς μὲν ἵππους ἐν ὀλίγῳ πάνυ χρόνῳ πολλὰ δʼ ἅρματα ἐκέκτητο, καὶ ὁπλοφόροι περὶ αὐτὸν ἦσαν πεντήκοντα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.187 Joseph. AJ 7.192 (English) >>Joseph. AJ 7.197

Powered by PhiloLogic